Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.97 Joseph. BJ 7.105 (English) >>Joseph. BJ 7.112

7.102κἀπειδήπερ ἐθεάσαντο προσιόντα, παρὰ τὴν ὁδὸν ἑκατέρωθεν καταστάντες τάς τε δεξιὰς προύτεινον προσαγορεύοντες καὶ παντοίοις ἐπιφημίσμασι χρώμενοι συνυπέστρεφον· 7.103συνεχὴς δὲ ἦν αὐτῶν παρὰ πάσας ἅμα τὰς εὐφημίας δέησις ἐκβαλεῖν τῆς πόλεως τοὺς Ἰουδαίους. 7.104Τίτος μὲν οὖν οὐδὲν ἐνέδωκεν πρὸς ταύτην τὴν δέησιν, ἀλλʼ ἡσυχῆ τῶν λεγομένων ἐπήκουεν· ἐπʼ ἀδήλῳ δὲ τῷ τί φρονεῖ καὶ τί ποιήσει πολὺς καὶ χαλεπὸς τοῖς Ἰουδαίοις φόβος ἦν· 7.105οὐδὲ γὰρ ὑπέμεινεν ἐν Ἀντιοχείᾳ Τίτος, ἀλλʼ εὐθὺς ἐπὶ τὸ Ζεῦγμα τὸ κατὰ τὸν Εὐφράτην συνέτεινε τὴν πορείαν, ἔνθα δὴ καὶ παρὰ τοῦ Πάρθων βασιλέως Βολογέσου πρὸς αὐτὸν ἧκον στέφανον χρυσοῦν ἐπὶ τῇ κατὰ τῶν Ἰουδαίων νίκῃ κομίζοντες. 7.106ὃν δεξάμενος εἱστία τοὺς βασιλικούς, κἀκεῖθεν εἰς τὴν Ἀντιόχειαν ἐπανέρχεται. 7.107τῆς δὲ βουλῆς καὶ τοῦ δήμου τῶν Ἀντιοχέων πολλὰς ποιησαμένων δεήσεις ἐλθεῖν εἰς τὸ θέατρον αὐτόν, ἐν πᾶν τὸ πλῆθος ἠθροισμένον ἐξεδέχετο, φιλανθρώπως ὑπήκουσε. 7.108πάλιν δʼ αὐτῶν σφόδρα λιπαρῶς ἐγκειμένων καὶ συνεχῶς δεομένων ἐξελάσαι τῆς πόλεως τοὺς Ἰουδαίους, εὔστοχον ἐποιήσατο τὴν ἀπόκρισιν, 7.109εἰπώνἀλλʼ γε πατρὶς αὐτῶν, εἰς ἣν ἐκβαλεῖν ἐχρῆν ὄντας Ἰουδαίους, ἀνῄρηται, καὶ δέξαιτʼ ἂν οὐδεὶς αὐτοὺς ἔτι τόπος.”


Flavius Josephus, Jewish War (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. BJ].
<<Joseph. BJ 7.97 Joseph. BJ 7.105 (English) >>Joseph. BJ 7.112

Powered by PhiloLogic